← Home
The Golden Verses of Pythagoras · 121 of 122 · tr. Florence M. Firth

Section 13 (part 88)

929a ἐκ ταύτης δ᾽ ἔριδος ἣ μὲν τέκε φαίδιμον υἱὸν 929b Ἥφαιστον, φιλότητος ἄτερ Διὸς αἰγιόχοιο, 929c ἐκ πάντων παλάμῃσι κεκασμένον Οὐρανιώνων· 929d αὐτὰρ ὅ γ᾽ Ὠκεανοῦ καὶ Τηθύος ἠυκόμοιο 929e κούρῃ νόσφ᾽ Ἥρης παρελέξατο καλλιπαρήῳ, 929f ... ἐξαπαφὼν Μῆτιν καίπερ πολυδήνε᾽ ἐοῦσαν. 929g συμμάρψας δ᾽ ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδὺν 929h δείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ. 929i τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων 929j κάππιεν ἐξαπίνης· ἣ δ᾽ αὐτίκα Παλλάδ᾽ Ἀθήνην 929k κύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε 929l πὰρ κορυφὴν Τρίτωνος ἐπ᾽ ὄχθῃσιν ποταμοῖο.
Themes
Anthropomorphismtheology

Attributing human characteristics, emotions, or form to the divine; embodied divine imagery.

The passage depicts goddesses engaging in sexual relations and ruling territories like human monarchs, attributing human characteristics to the divine.

All passages →