← Home
The Golden Verses of Pythagoras · 96 of 122 · tr. Florence M. Firth

Section 13 (part 63)

725 Τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται· ἀμφὶ δέ μιν νὺξ τριστοιχεὶ κέχυται περὶ δειρήν· αὐτὰρ ὕπερθεν γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης. Ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο 730 [χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης.] Τοῖς οὐκ ἐξιτόν ἐστι. θύρας δ᾽ ἐπέθηκε Ποσειδέων χαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν. Ἔνθα Γύης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος ναίουσιν, φύλακες πιστοὶ Διὸς αἰγιόχοιο.
Themes
Anthropomorphismtheology

Attributing human characteristics, emotions, or form to the divine; embodied divine imagery.

[auto] The passage explicitly describes divine beings (Kottos, Briareus) possessing human physical attributes like hands and engaging in physical combat by throwing rocks.

All passages →