← Home
The Golden Verses of Pythagoras · 95 of 122 · tr. Florence M. Firth

Section 13 (part 62)

Οἳ δ᾽ ἄρ᾽ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν Κόττος τε Βριάρεώς τε Γύης τ᾽ ἄατος πολέμοιο, οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν 715 πέμπον ἐπασσυτέρας, κατὰ δ᾽ ἐσκίασαν βελέεσσι Τιτῆνας, καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν χερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας, τόσσον ἔνερθ᾽ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστ᾽ ἀπὸ γαίης· 720 [τόσσον γάρ τ᾽ ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα.] Ἔννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων οὐρανόθεν κατιὼν δεκάτῃ κ᾽ ἐς γαῖαν ἵκοιτο· ἐννέα δ᾽ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων ἐκ γαίης κατιὼν δεκάτῃ κ᾽ ἐς Τάρταρον ἵκοι.
Themes
Living Godtheology

The divine conceived as active, present, and dynamic—not an abstract principle but a personal responsive reality.

Zeus and Athena are portrayed as active, dynamic agents who execute will and seek to please the father.

All passages →
Anthropomorphismtheology

Attributing human characteristics, emotions, or form to the divine; embodied divine imagery.

[auto] The passage depicts deities like Athena and Hephaestus performing distinctly human actions such as molding clay, dressing a figure, and placing crowns.

All passages →