← Home
The Golden Verses of Pythagoras · 73 of 122 · tr. Florence M. Firth

Section 13 (part 40)

Καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται, 440 εὔχονται δ᾽ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ, ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν, ῥεῖα δ᾽ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ. Ἐσθλὴ δ᾽ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδ᾽ ἀέξειν· βουκολίας δ᾽ ἀγέλας τε καὶ αἰπόλια πλατέ᾽ αἰγῶν 445 ποίμνας τ᾽ εἰροπόκων ὀίων, θυμῷ γ᾽ ἐθέλουσα, ἐξ ὀλίγων βριάει καὶ ἐκ πολλῶν μείονα θῆκεν. Οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα πᾶσι μετ᾽ ἀθανάτοισι τετίμηται γεράεσσιν. Θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετ᾽ ἐκείνην 450 ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς. Οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.
Themes
Divine Providencetheology

Pronoia — the doctrine that the divine actively orders the unfolding of the cosmos and human affairs toward intelligible ends, against pure chance or blind necessity.

The text explicitly states that the goddess grants victory and glory to those she wills, indicating divine ordering of human outcomes.

All passages →
Living Godtheology

The divine conceived as active, present, and dynamic—not an abstract principle but a personal responsive reality.

[auto] The passage centrally describes a goddess who actively intervenes in human affairs (courts, war, games) based on her personal will.

All passages →