The Golden Verses of Pythagoras · 74 of 122 · tr. Florence M. Firth
Section 13 (part 41)
῾Ρείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα, Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον ἴφθιμόν τ᾽ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει 455 νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον Ζῆνά τε μητιόεντα, θεῶν πατέρ᾽ ἠδὲ καὶ ἀνδρῶν, τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.
Καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθ᾽ ἵκοιτο, 460 τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.
Themes
◆Prayerpraxis
Direct address to the divine, whether petitionary, contemplative, or liturgical; speech and silence offered upward.
The passage explicitly mentions individuals praying (εὔχονται) to specific deities like Hecate and Poseidon.
All passages →