← Home
The Golden Verses of Pythagoras · 64 of 122 · tr. Florence M. Firth

Section 13 (part 31)

Κητὼ δ᾽ ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσα γείνατο δεινὸν ὄφιν, ὃς ἐρεμνῆς κεύθεσι γαίης σπείρησιν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει. 335 Τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστίν. Τηθὺς δ᾽ Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας, Νεῖλόν τ᾽ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον Φᾶσίν τε ῾Ρῆσόν τ᾽ Ἀχελώιόν τ᾽ ἀργυροδίνην 340 Νέσσον τε ῾Ροδίον θ᾽ Ἁλιάκμονά θ᾽ Ἑπτάπορόν τε Γρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε Σιμοῦντα Πηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε Κάικον Σαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε Εὔηνόν τε καὶ Ἄρδησκον θεῖόν τε Σκάμανδρον.
Themes
Anthropomorphismtheology

Attributing human characteristics, emotions, or form to the divine; embodied divine imagery.

[auto] The goddess is explicitly described with human physical attributes such as feet and the capacity to smile.

All passages →