The Golden Verses of Pythagoras · 63 of 122 · tr. Florence M. Firth
Section 13 (part 30)
Ἥ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ, δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε· 320 Τῆς δ᾽ ἦν τρεῖς κεφαλαί· μία μὲν χαροποῖο λέοντος, ἣ δὲ χιμαίρης, ἣ δ᾽ ὄφιος, κρατεροῖο δράκοντος, [πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα, δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.] Τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης.
325 Ἥ δ᾽ ἄρα Φῖκ᾽ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον Ὅρθῳ ὑποδμηθεῖσα Νεμειαῖόν τε λέοντα, τόν ῥ᾽ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτις γουνοῖσιν κατένασσε Νεμείης, πῆμ᾽ ἀνθρώποις.
Ἔνθ᾽ ἄρ᾽ ὃ οἰκείων ἐλεφαίρετο φῦλ᾽ ἀνθρώπων, 330 κοιρανέων Τρητοῖο Νεμείης ἠδ᾽ Ἀπέσαντος· ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης.
Themes
◇Anthropomorphismtheology
Attributing human characteristics, emotions, or form to the divine; embodied divine imagery.
[auto] The passage explicitly describes the divine having 'immortal flesh' and a 'maiden' growing from it, attributing human physical characteristics to the deity.
All passages →