← Home
The Golden Verses of Pythagoras · 85 of 122 · tr. Florence M. Firth

Section 13 (part 52)

580 Τῇ δ᾽ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι, κνώδαλ᾽, ὅσ᾽ ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα· τῶν ὅ γε πόλλ᾽ ἐνέθηκε,—χάρις δ᾽ ἀπελάμπετο πολλή,— θαυμάσια, ζῴοισιν ἐοικότα φωνήεσσιν. Αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντ᾽ ἀγαθοῖο, 585 ἐξάγαγ᾽, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδ᾽ ἄνθρωποι, κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης. θαῦμα δ᾽ ἔχ᾽ ἀθανάτους τε θεοὺς θνητούς τ᾽ ἀνθρώπους, ὡς ἔιδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν. [ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων,] 590 τῆς γὰρ ὀλώιόν ἐστι γένος καὶ φῦλα γυναικῶν, πῆμα μέγ᾽ αἳ θνητοῖσι μετ᾽ ἀνδράσι ναιετάουσιν οὐλομένης πενίης οὐ σύμφοροι, ἀλλὰ κόροιο.
Themes
Anthropomorphismtheology

Attributing human characteristics, emotions, or form to the divine; embodied divine imagery.

The passage depicts gods like Athena and Hephaestus performing human actions such as dressing a maiden, crafting jewelry, and wearing crowns.

All passages →
Demiurgecosmology

A secondary creator deity—often ignorant or malevolent—responsible for fashioning the material world, distinct from the supreme transcendent God.

Hephaestus acts as a secondary divine craftsman fashioning a being from earth under the direction of Zeus.

All passages →
Section 13 (part 52) — The Golden Verses of Pythagoras — Guru