← Home
The Golden Verses of Pythagoras · 92 of 122 · tr. Florence M. Firth

Section 13 (part 59)

Οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες. 675 Τιτῆνες δ᾽ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας προφρονέως, χειρῶν τε βίης θ᾽ ἅμα ἔργον ἔφαινον ἀμφότεροι· δεινὸν δὲ περίαχε πόντος ἀπείρων, γῆ δὲ μέγ᾽ ἐσμαράγησεν, ἐπέστενε δ᾽ οὐρανὸς εὐρὺς σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος 680 ῥιπῇ ὕπ᾽ ἀθανάτων, ἔνοσις δ᾽ ἵκανε βαρεῖα Τάρταρον ἠερόεντα, ποδῶν τ᾽ αἰπεῖα ἰωὴ ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων· Ὥς ἄρ᾽ ἐπ᾽ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα. Φωνὴ δ᾽ ἀμφοτέρων ἵκετ᾽ οὐρανὸν ἀστερόεντα 685 κεκλομένων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
Themes
Living Godtheology

The divine conceived as active, present, and dynamic—not an abstract principle but a personal responsive reality.

Zeus is portrayed as an active, personal deity who speaks and reacts dynamically to the actions of Prometheus.

All passages →
Anthropomorphismtheology

Attributing human characteristics, emotions, or form to the divine; embodied divine imagery.

[auto] The passage depicts Zeus and Prometheus with human-like emotions (reproach, cunning) and physical actions (dividing meat, speaking).

All passages →