The Golden Verses of Pythagoras · 69 of 122 · tr. Florence M. Firth
Section 13 (part 36)
Ὥς γὰρ ἐβούλευσεν Στὺξ ἄφθιτος Ὠκεανίνη ἥματι τῷ, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴς 390 ἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον, εἶπε δ᾽, ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο, μή τιν᾽ ἀπορραίσειν γεράων, τιμὴν δὲ ἕκαστον ἑξέμεν, ἣν τὸ πάρος γε μετ᾽ ἀθανάτοισι θεοῖσιν Τὸν δ᾽ ἔφαθ᾽, ὅς τις ἄτιμος ὑπὸ Κρόνου ἠδ᾽ ἀγέραστος, 395 τιμῆς καὶ γεράων ἐπιβησέμεν, ἧ θέμις ἐστίν.
Ἦλθε δ᾽ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός.
Τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα ἔδωκεν.
Αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον, 400 παῖδας δ᾽ ἤματα πάντα ἕο μεταναιέτας εἶναι.
Themes
◆Anthropomorphismtheology
Attributing human characteristics, emotions, or form to the divine; embodied divine imagery.
The passage describes divine beings engaging in human-like activities such as marriage, childbirth, and sitting on thrones.
All passages →◆Divine Providencetheology
Pronoia — the doctrine that the divine actively orders the unfolding of the cosmos and human affairs toward intelligible ends, against pure chance or blind necessity.
The passage asserts that there is no place or road where the divine does not lead or rule, implying a universal ordering under Zeus.
All passages →