← Home
The Golden Verses of Pythagoras · 35 of 122 · tr. Florence M. Firth

Section 13 (part 2)

Ἔνθεν ἀπορνύμεναι, κεκαλυμμέναι ἠέρι πολλῇ, ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι, 10 ὑμνεῦσαι Δία τ᾽ αἰγίοχον καὶ πότνιαν Ἥρην Ἀργεΐην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν, κούρην τ᾽ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην Φοῖβόν τ᾽ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν ἠδὲ Ποσειδάωνα γαιήοχον, ἐννοσίγαιον, 15 καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τ᾽ Ἀφροδίτην Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην Λητώ τ᾽ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην Ἠῶ τ᾽ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην Γαῖάν τ᾽ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν 20 ἄλλων τ᾽ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων. Αἵ νύ ποθ᾽ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν, ἄρνας ποιμαίνονθ᾽ Ἑλικῶνος ὕπο ζαθέοιο.
Themes
Anthropomorphismtheology

Attributing human characteristics, emotions, or form to the divine; embodied divine imagery.

The Muses are described performing distinctly human actions such as dancing with soft feet and washing their bodies.

All passages →
Prayerpraxis

Direct address to the divine, whether petitionary, contemplative, or liturgical; speech and silence offered upward.

The passage functions as an invocation or hymn directly addressing the Muses to begin their song.

All passages →
Ritual Puritypraxis

The maintenance of a state of cleanliness—physical, moral, or spiritual—required for encounter with the divine.

[auto] The passage centrally focuses on maintaining a state of purity by excluding human affairs from the worship of Divinity.

All passages →