← Home
The Golden Verses of Pythagoras · 53 of 122 · tr. Florence M. Firth

Section 13 (part 20)

Ἐκ δ᾽ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο· τὴν δ᾽ Ἀφροδίτην 195 [ἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν] κικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκ᾽ ἐν ἀφρῷ θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις· [Κυπρογενέα δ᾽, ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ· ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφαάνθη.] 200 Τῇ δ᾽ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς γεινομένῃ τὰ πρῶτα θεῶν τ᾽ ἐς φῦλον ἰούσῃ. Ταύτην δ᾽ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι, Παρθενίους τ᾽ ὀάρους μειδήματά τ᾽ ἐξαπάτας τε 205 τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.
Themes
Anthropomorphismtheology

Attributing human characteristics, emotions, or form to the divine; embodied divine imagery.

[auto] Divine beings are described with human characteristics such as having daughters (Zeus's daughters) and performing physical actions like pouring honey on a tongue.

All passages →
Living Godtheology

The divine conceived as active, present, and dynamic—not an abstract principle but a personal responsive reality.

[auto] The passage depicts Zeus and the Muses as active agents who honor individuals, pour honey on tongues, and accompany the worthy.

All passages →