← Home
The Golden Verses of Pythagoras · 47 of 122 · tr. Florence M. Firth

Section 13 (part 14)

Γείνατο δ᾽ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας, Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον, 140 [οἳ Ζηνὶ βροντήν τε δόσαν τεῦξάν τε κεραυνόν.] Οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν, μοῦνος δ᾽ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ. [Κύκλωπες δ᾽ ὄνομ᾽ ἦσαν ἐπώνυμον, οὕνεκ᾽ ἄρα σφέων κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ·] 145 ἰσχὺς δ᾽ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπ᾽ ἔργοις. Ἄλλοι δ᾽ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί, Κόττος τε Βριάρεώς τε Γύης θ᾽, ὑπερήφανα τέκνα.
Themes
Anthropomorphismtheology

Attributing human characteristics, emotions, or form to the divine; embodied divine imagery.

The passage explicitly describes divine beings engaging in human-like activities such as mating and childbirth to generate the cosmos.

All passages →
Living Godtheology

The divine conceived as active, present, and dynamic—not an abstract principle but a personal responsive reality.

The deities Gaia and Uranus are depicted as active, dynamic agents who purposefully create and populate the world through their actions.

All passages →